ΠΑΡΑΚΑΛΟΥΜΕ ΕΠΙΣΚΕΦΘΕΙΤΕ ΤΗΝ ΔΩΡΕΑΝ ΗΛΕΚΤΡΟΝΙΚΗ ΒΙΒΛΙΟΘΗΚΗ ΜΑΣ

ΠΑΡΑΚΑΛΟΥΜΕ ΕΠΙΣΚΕΦΘΕΙΤΕ ΤΗΝ ΔΩΡΕΑΝ ΗΛΕΚΤΡΟΝΙΚΗ ΒΙΒΛΙΟΘΗΚΗ ΜΑΣ: https://drive.google.com/folderview?id=0B2R6tNC3qVhKako0Mm5FRkxqcWc&usp=sharing

Τρίτη, 9 Απριλίου 2013

Περὶ γυναικὸς πονηρᾶς

 

Εὑρέθη εἰς τὸν χειρ. Λαυρ. κώδ. Λ. 34 φύλ. 119
Ἐκ τοῦ περιοδικοῦ Ἁγιορειτικὴ Βιβλιοθήκη, ἔτος ζ´ (1942-1943), σελ. 15
Ἡ πονηρὰ γυνὴ ἐστὶ πηγὴ κακῶν, θησαυρὸς ῥυπαρίας· θανατηφόρος συντυχία· ὀφθαλμῶν ὄλισθος· καρδίας λόγχη· νέων ἀπώλεια.Ἡ πονηρὰ γυνὴ ἐστὶ ψυχῆς ὄλεθρος· σκῆπτρον ᾄδου· κρημνώδης τόπος· ταραχὴ ἐσωτερικῆς ἀναπαύσεως· ὄφεως διαβολή.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀπαρηγόρητος ὀδύνη· ἀθεράπευτος κακία· σῳζομένων σκάνδαλον· καθημερινὴ ζημία· σκοτίας ὁδηγός· παραπτωμάτων σκάνδαλον· ζοφερῶν μυστηρίων θρίαμβος.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀναίσχυντον θηρίον· ἀχαλίνωτον στόμα· ἀπόλαυσις πονηρά· κολάσεως αἰωνίου πρόξενος· γήϊνον φρόνημα· ἀνδρῶν ῥᾳθυμία.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου